Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.295 Joseph. AJ 5.300 (English) >>Joseph. AJ 5.305

5.298οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς ἠξίουν ἑκοντὶ τοῦθʼ ὑπομένειν. 5.299 δὲ λαβὼν ὅρκους παρʼ αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι τοῖς Παλαιστίνοις. 5.300καὶ γενομένων κατὰ χωρίον, Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπʼ αὐτῷ γενομένην, πάλαι δʼ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλʼ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας. 5.301

Σαμψὼν δὲ μεῖζον χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δʼ ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δʼ εἰς φυγὴν τραπῆναι διὰ τοῦ παρʼ αὐτοῦ δέους αὐχῶν. 5.302δίψους δʼ αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.295 Joseph. AJ 5.300 (English) >>Joseph. AJ 5.305

Powered by PhiloLogic